Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.98.1 | Hdt. 5.99.1 (English) | >>Hdt. 5.100.1 |
5.98.3 ταῦτα δὲ ἀκούσαντες οἱ Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν , οἱ δέ τινες αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ . ἐπείτε δὲ οἱ Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν , ἐνθεῦτεν ἐς Χίον διέβησαν .
5.98.4 ἐόντων δὲ ἤδη ἐν Χίῳ , κατὰ πόδας ἐληλύθεε Περσέων ἵππος πολλὴ διώκουσα τοὺς Παίονας . ὡς δὲ οὐ κατέλαβον , ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω ἀπέλθοιεν . οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο , ἀλλʼ ἐκ Χίου μὲν Χῖοι σφέας ἐς Λέσβον ἤγαγον , Λέσβιοι δὲ ἐς Δορίσκον ἐκόμισαν , ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο ἐς Παιονίην .
ch. 99
5.99.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.98.1 | Hdt. 5.99.1 (English) | >>Hdt. 5.100.1 |